Перевод: с греческого на все языки

со всех языков на греческий

Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα

  • 1 στέφανος

    στέφᾰνος (-ος, -ῳ, -ον, -οι, -ων, -οιςι), -οισιν, -ους.)
    a crown presented to an athletic victor

    χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι O. 3.6

    αἴτει σκιαρόν τε φύτευμα στέφανόν τ' ἀρετᾶν O. 3.18

    μετὰ στέφανον ἰών O. 4.23

    ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν τῶν Οὐλυμπίᾳ δέκευ O. 5.1

    στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο O. 6.26

    ἕκτος οἶς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ' ἀγώνων O. 8.76

    στεφάνων ἄωτοι O. 9.19

    τίς δὴ ποταίνιον ἔλαχε στέφανον; O. 10.61

    κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας ἁδυμελῆ κελαδήσω O. 11.13

    δέξαι δέ οἱ στεφάνων ἐγκώμιον τεθμόν O. 13.29

    ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν P. 1.37

    στέφανον ὕψιστον δέδεκται P. 1.100

    τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις P. 2.6

    κῶμόν τ' ἀέθλων Πυθίων αἴγλαν στεφάνοις P. 3.73

    υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων P. 10.26

    τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν P. 10.58

    Θρασυδᾷος ἔμνασεν ἑστίαν τρίτον ἔπι στέφανον πατρῴαν βαλών P. 11.14

    ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη N. 2.22

    ἀοιδὰν στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν N. 3.8

    Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα N. 4.17

    οἴκαδε κλυτοκάρπων οὐ νέοντ' ἄνευ στεφάνων N. 4.77

    Πυθέας εὐρυσθενὴς νίκη Νεμείοις παγκρατίου στέφανον N. 5.5

    ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία λτ;πλεόνωνγτ; ταμίαν στεφάνων N. 6.26

    εἴρειν στεφάνους ἐλαφρόν N. 7.77

    ( φιάλαις)

    ἅς ποθ' ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾶ Λατοίδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος N. 9.53

    καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον (sc. ἐκράτησε) N. 10.26

    ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων I. 1.10

    γευόμενοι στεφάνων νικαφόρων I. 1.21

    ἐν βάσσαισι Ἰσθμοῦ δεξαμένῳ στεφάνους I. 3.11

    ὅντιν' ἀθρόοι στέφανοι χερσὶ νικάσαντ ἀνέδησαν ἔθειραν I. 5.8

    λάμ-

    βανέ οἱ στέφανον, φέρε δ' εὔμαλλον μίτραν I. 5.62

    ἄωτον δεξάμενοι στεφάνων I. 6.4

    ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζων I. 7.39

    πόρε, Λοξία, τεαῖσιν ἁμίλλαισιν εὐανθέα καὶ Πυθόι στέφανον I. 7.51

    μήτ' ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων I. 8.6

    ἁλίκων τῶ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον I. 8.67

    μναστὴρ στεφάνων (sc. ἀγών) fr. 20.

    στεφάνων καὶ θαλιᾶν τροφὸν ἄλσος Ἀπόλλωνος Pae. 6.13

    χαίταν στεφάνοις ἐκόσμηθεν Παρθ. 2.. ἀελλοπόδων μέν τιν' εὐφραίνοισιν ἵππων τιμαὶ καὶ στέφανοι fr. 221. 2.
    b garland as sign of festivity or success ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνους (v. l. στεφάνοις) O. 2.74

    στεφάνοισί τέ μιν ποίας ἔρεπτον P. 4.240

    χαίρων δὲ καὶ αὐτὸς Ἀλκμᾶνα στεφάνοισι βάλλω P. 8.57

    πολλὰ μὲν κεῖνοι δίκον φύλλ' ἔπι καὶ στεφάνους P. 9.124

    στεφά]νοισι παν [ (e Σ supp. Snell) Πα.. 1. ]πλόκον ς[τεφά]νων κισσίνων Δ. 3.. ἰοδέτων λάχετε στεφάνων (sc. θεοί) fr. 75. 6. Αἰολάδα σταθμὸν ὑμνήσω στεφάνοισι θάλλοισα παρθένιον κάρα Παρθ. 2. 11. ἐντὶ [δὲ καὶ] θάλλοντος ἐκ κισσοῦ στεφάνων Διο[νύσου (Wil.: στέφανον cod.) Θρ. 3. 3.
    c circling wall

    Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι O. 8.32

    Lexicon to Pindar > στέφανος

  • 2 ἀγών

    ᾰγών (ἀγών, -ῶνος, -ῶνι, -ῶνα; -ῶνες, -ώνων, -ῶνας.)
    a meeting place, gathering ναυσὶ δ' οὔτε πεζὸς ἰών κεν εὕροις ἐς Ὑπερβορέων ἀγῶνα θαυμαστὰν ὁδόν (τὸ ἀθρόισμα. Σ.) P. 10.30 ἀγῶνα

    Λοξίᾳ καταβάντεὐρὺν ἐν θεῶν ξενίᾳ Pae. 6.60

    b athletic contest, games

    μηδ' Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν O. 1.7

    τοῖς γὰρ ἐπέτραπεν Οὔλυμπόνδ' ἰὼν θαητὸν ἀγῶνα νέμειν O. 3.36

    Ἑρμᾶν ὃς ἀγῶνας ἔχει μοῖράν τ' ἀέθλων O. 6.79

    ἀγῶνές τ' ἔννομοι Βοιωτίων O. 7.84

    φυλλοφόρων ἀπ' ἀγώνων O. 8.76

    οἶον δ' ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ ἀργυρίδεσσιν contest against his elders. O. 9.90 ἀγῶνα δ' ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός the Olympiad. O. 10.24 Ἥρας τ' ἀγῶν ἐπιχώριον νίκαις τρισσαῖς, ὦ Ἀριστόμενες, δάμασσας ἔργῳ (ὡς καὶ ἐν Αἰγίνᾳ Ἡραιῶν ἀγομένων κατὰ μίμησιν τοῦ ἐν Ἄργει ἀγῶνος. ἄποικοι γὰρ Ἀργείων. Δίδυμος δὲ φησὶ τὰ Ἑκατόμβαια αὐτὸν νῦν λέγειν ἐπιχώριον ἀγῶνα Αἰγινητῶν διὰ τὴν συγγένειαν. Σ.) P. 8.79 ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας πετρᾶν ἀγὼν κρατησίποδα Φρικίαν (coni. Hartung: βαθυλείμωνα ἀγὼν ὑπὸ Κίρρας πέτραν codd.) P. 10.16

    ἑπταπύλοισι Θήβαις χάριν ἀγῶνί τε Κίρρας P. 11.12

    Ὀλυμπίᾳ τ' ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις P. 11.47

    ὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον, εὐκλεᾶ λαοσόων μνστῆρ' ἀγώνων P. 12.24

    ὅδ' ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίαις δέδεκται πρῶτον N. 2.4

    ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη, ἑπτὰ δ' ἐν Νεμέᾳ, τὰ δ οἴκοι μάσσον ἀριθμοῦ, Διὸς ἀγῶνι (i. e. in the Nemean festival. ἀγῶνι with τὰ οἴκοι. Σ.) N. 2.24 Ζεῦ, τεὸν γὰρ αἶμα, σέο δ' ἀγών (τοῦ Νεμεαίου ἀγῶνος ἔφορος ὁ Ζεύς. Σ.) N. 3.65 Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα (λέγει δὲ τοῦ Νεμεακοῦ, Κλεωναῖοι γὰρ αὐτὸν διέθηκαν. Σ.) N. 4.17 Ὀρσοτριαίνα ἐν ἀγῶνι βαρυκτύπου i. e. at Isthmian games. N. 4.87

    πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς N. 6.59

    ἀγών τοι χάλκεος δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν i. e. the Hekatombaia at Argos in honour of Hera, where the prize was a bronze shield. N. 10.22 ἀγώνων μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν (sc. Διόσκουροι.) N. 10.52 ἔν τ' ἀέθλοισι θίγον πλείστων ἀγώνων (i. e. individual contests.) I. 1.18 ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν the Alkathoia at Megara I. 8.67 τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον fr. 228. οὐκ ἄναλκις ὡς τόσον ἀγῶνα δῦναι (“potius ad O. 1.81 referendum”, Snell) ?fr. 342.
    c place of contest

    ἔλπομαι μὴ χαλκοπάρᾳον ἄκονθ' ὡσείτ ἀγῶνος βαλεῖν ἔξω P. 1.44

    ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ' ἀγῶνος P. 9.114

    Lexicon to Pindar > ἀγών

  • 3 πέμπω

    πέμπω (πέμπω, -ει: πέμπων, -οισα: fut. πέμψω: impf. πέμπεν), - ον: aor. πέμψεν), (πεμψαν; πέμψῃ; πέμψαντα: pass. πέμπεται; -όμενοι: aor. πεμφθείς, -εῖσαν, -έν.)
    1 send
    a

    τεαὶ γὰρ ὧραι μ' ἔπεμψαν μάρτυῤ ἀέθλων O. 4.2

    κυρίῳ δ' ἐν μηνὶ πέμποισ ἀμφιπόλους ἐκέλευσεν O. 6.32

    καὶ ἐγὼ νέκταρ χυτὸν ἀεθλοφόροις ἀνδράσιν πέμπων ἱλάσκομαι O. 7.8

    ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα πεμφθὲν

    βαρυγδούπου Διός O. 8.44

    παντᾷ ἀγγελίαν πέμψω ταύταν O. 9.25

    τόδε μὲν μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται P. 2.68

    πέμψεν κασιγνήταν ἐς Λακέρειαν P. 3.32

    τοί μ' κρύβδα πέμπονP. 4.114

    πέμψε δ' Ἑρμᾶς υἱοὺς ἐπ ἄτρυτον πόνον P. 4.178

    σὺν Νότου δ' αὔραις ἐπ Ἀξείνου στόμα πεμπόμενοι ἤλυθον P. 4.203

    ἀλλὰ θεῶν βασίλεα σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ N. 1.40

    θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς ὑπὸ Τροίαν sc. Achilles N. 3.59

    ἐγὼ τόδε τοι πέμπω μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι N. 3.77

    Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα καὶ λιπαρᾶν εὐωνύμων ἀπ Ἀθανᾶν (sc. υἱόν: “sending home”) N. 4.18

    πέμψεν θεὸς αἰετόν I. 6.49

    χθόνα τοί ποτε καὶ στρατὸν ἀθρόον πέμψαν κεραυνῷ τριόδοντί τε ἐς τὸν βαθὺν Τάρταρον” sc. Zeus and Poseidon Πα... ἐρατᾶν ὄχημ' ἀοιδᾶν τοῦτό τοι πέμπω μεταδόρπιον fr. 124. 2. ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ fr. 225. met., ( φιάλαισι)

    ἅς ποθ' ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν N. 9.52

    add. inf.,

    Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων I. 2.16

    d frag. π]έμπει Πα. 12. a. 12.

    Lexicon to Pindar > πέμπω

  • 4 Ἀθᾶναι

    ̆αθᾱναι (-αι, -ᾶν, -αιςι), - αισιν.)
    1 Athens

    κρανααῖς ἐν Ἀθάναις O. 7.82

    ἐν Ἀθάναις O. 9.88

    κρανααῖς ἐν Ἀθάναισι O. 13.38

    αἱ μεγαλοπόλιες Ἀθᾶναι P. 7.1

    ταῖς μεγάλαις Ἀθάναις N. 2.8

    Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα καὶ λιπαρᾶν εὐωνύμων ἀπ Ἀθανᾶν N. 4.19

    χρὴ δ' ἀπ Ἀθανᾶν τέκτον ἀεθληταῖσιν ἔμμεν N. 5.49

    οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν N. 8.11

    Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς ταῖς λιπαραῖς ἐν Ἀθάναις I. 2.20

    ἐν γουνοῖς Ἀθανᾶν,ἔν τ' Ἀδραστείοις ἀέθλοις (Heyne: Ἀθηνᾶν codd.) I. 4.25 θεοί, πολύβατον οἵ τ' ἄστεος ὀμφαλὸν θυόεντ τἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε πανδαίδαλόν τ εὐκλἔ ἀγοράν fr. 75. 4. ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀοίδιμοι κλειναὶ Ἀθᾶναι fr. 76. 2.

    Lexicon to Pindar > Ἀθᾶναι

  • 5 ἀπό

    1

    ἄπο O. 3.9

    , O. 1.13, P. 5.7, N. 3.8 84, I. 4.53, Πα. 20. 11, 13)
    1 prep. c. gen.
    a with a verb of motion, from

    Πίσα τᾶς ἄπο νίσοντ' ἐπ ἀνθρώπους ἀοιδαί O. 3.9

    Ἴστρου ἄπο σκιαρᾶν παγᾶν O. 3.14

    Ἀρκαδίας ἀπὸ δειρᾶν O. 3.27

    ἀπὸ Στυμφαλίων τειχέων O. 6.99

    Λερναίας ἀπ' ἀκτᾶς O. 7.33

    ἀπὸ Μαντινέας O. 10.70

    τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων P. 2.3

    ἀπ' Ἀρκαδίας P. 3.26

    αἶψα δ' ἀπὸ κλισιᾶν ὦρτο P. 4.133

    ἔκ τε Πύλου καὶ ἀπ' ἄκρας Ταινάρου P. 4.174

    ἀπ' Ἄργεος ἤλυθον P. 8.41

    στεῖχ' ἀπ Αἰγίνας N. 5.3

    φεῦγε γὰρ πατρίων οἴκων ἀπό τ' Ἄργεος N. 9.14

    Ἀνταίου δόμους Θηβᾶν ἄπο Καδμειᾶν ἦλθ' ἀνήρ I. 4.53

    b out of, from out of, from, generally

    ἄνθεμα δὲ χρυσοῦ φλέγει ἀπ' ἀγλαῶν δενδρέων O. 2.73

    [ἀπ byz.: ὑπ codd. O. 5.14]

    φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν δωρήσεται νεανίᾳ γαμβρῷ O. 7.1

    ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων ἐπίνειμαι ἀκρωτήριον Ἄλιδος O. 9.5

    θύγατρ' ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις O. 9.58

    αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου βάλλων O. 13.88

    [ ἀπὸ coni. Stone: ἐρέω codd.: ἄρα Wil. P. 1.77]

    φλόγ' ἀπὸ ξανθᾶν γενύων πνέον P. 4.225

    τὸ δ' ἐμὸν γαρύει ἀπὸ Σπάρτας ἐπήρατον κλέος P. 5.73

    δόξαν ἱμερτὰν ἀγαγόντ' ἀπὸ Δελφῶν P. 9.75

    ἀφθονίαν ὄπαζε μήτιος ἁμᾶς ἄπο N. 3.9

    Νεμέας Ἐπιδαυρόθεν τ' ἄπο καὶ Μεγάρων δέδορκεν φάος N. 3.84

    Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα καὶ λιπαρᾶν εὐωνύμων ἀπ Ἀθανᾶν N. 4.17

    καὶ τίς ἄνδρας ἀλκίμους δαίμων ἀπ' Οἰνώνας ἔλασεν N. 5.16

    χρὴ δ' ἀπ

    Ἀθανᾶν τέκτον' ἀεθληταῖσιν ἔμμεν N. 5.49

    ἔρνεα πρῶτος λτ;ἔνεικενγτ; ἀπ' Ἀλφεοῦ N. 6.18

    ὥτ' ἀπὸ τόξου ἱείς N. 6.28

    ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου τρεῖς ἀπ' Ἰσθμοῦ, τὰς δ ἀπ εὐφύλλου Νεμέας I. 6.60

    —1.

    ἀπὸ προθύρων βαθύκολπον ἀνερέψατο παρθένον Pae. 6.135

    ὀμμ]άτων ἄπο σέλας ἐδίνασεν Pae. 20.13

    κελάρυξεν ὡς ἀπὸ κρανᾶν φέρτατον ὕδωρ *fr. 104b. 2* ἀπὸ τᾶς ἀγλαοκάρπου Σικελίας ὄχημα δαιδάλεον ματεύειν fr. 106. 6. στάσιν ἀπὸ πραπίδος ἐπίκοτον ἀνελών fr. 109. 3.
    c down from

    Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβαν O. 1.17

    ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ' ἁλικίαν P. 1.74

    καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνᾶς N. 1.50

    εὖτ' ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον χθόνα μόλῃ P. 4.76

    χαμαὶ καταβαὶς ἀφ' ἁρμάτων N. 6.51

    ἀπὸ Ταυγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς N. 10.61

    d
    I far from, deprived of

    Ἄτλας οὐρανῷ προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων P. 4.290

    II from off

    δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν O. 1.13

    μελέων ἄπο ποικίλον [σπά]ργανον ἔρριψεν Pae. 20.11

    e
    I won from

    ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ' ἀγώνων O. 8.76

    ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ νῖκαι, δύο δ' ἀπὸ Κίρρας P. 7.16

    πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος ἀγώνων ἄπο N. 6.59

    II coming from

    συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἷμ' ἀπὸ Σπάρτας N. 11.34

    ἀπὸ Ταυγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν fr. 106. 1. ὅπλα δ' ἀπ Ἄργεος fr. 106. 5. ὕδωρ Τιλφώσσας ἀπὸ καλλικράνου fr. 198b.
    III begotten from

    υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμὲν αὐτορύτου ἔμμεναι P. 12.17

    ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηίδων Αἰακίδας ἐγέραιρεν N. 5.7

    κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας Καλλίας N. 6.35

    θνατᾶς δ' ἀπὸ ματρὸς ἔφυ fr. 61. 5.
    f from the time of, since

    ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον O. 7.20

    μὴ κρύπτε κοινὸν σπέρμ' ἀπὸ Καλλιάνακτος O. 7.93

    νιν κλυτᾶς αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο σὺν εὐδοξίᾳ μετανίσεαι P. 5.7

    ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας (ἀπὸ τῆς πρώτης ἡλικίας. Σ.) P. 5.114

    τελέαν δ' ἔχει δόξαν ἀπ ἀρχᾶς P. 8.25

    g ἀπὸ γλώσσας, simm.

    αἶνος ὃν ἀπὸ γλώσσας Ἄδραστος ἐς Ἀμφιάρηον φθέγξατ O. 6.13

    εἰ χρεὼν τοῦθ' ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος P. 3.2

    πολὺν ῥόθον ἵεσαν ἀπὸ στομάτων Ἐλείθυιά τε καὶ Λάχεσις Pae. 12.16

    πρὶν μὲν ἕρπε τὸ σὰν κίβδηλον ἀνθρώποισιν ἀπὸ στομάτων Δ. 2. 3.
    h from, as a result of

    κοιτάξατο νύκτ' ἀπὸ κείνου χρήσιος O. 13.76

    2 in tmesis.

    ἀπὸ ἔχειν O. 2.69

    ἀπὸ ῥίψον O. 9.35

    ἀπὸ εἴργοντες O. 13.59

    ἀπὸ ἀμβλύνει P. 1.82

    ἀπὸ λιπὼν P. 3.101

    ἀπὸ δώσω P. 4.67

    ἀπὸ ῥίψαις P. 4.232

    ἀπὸ καὶ θανών I. 7.30

    ἀπὸ δρέπεσθαι fr. 122. 8. ἀπὸ ὤθεον fr. 166. 3.
    3 fragg. ἀπὸ καὶ πατρός Πα. 7C. 9. ἁμετέρας ἄπ[ο (supp. Lobel) fr. 59. 8.

    Lexicon to Pindar > ἀπό

  • 6 ὅρμος

    1 chain

    ἄνθεμα δὲ χρυσοῦ φλέγει, ὅρμοισι τῶν χέρας ἀναπλέκοντι O. 2.74

    Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα N. 4.17

    Lexicon to Pindar > ὅρμος

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»